Ancient Greek
BGU 1 237
Documentary Papyri, Bgu 1 237
Not analysed yet
Ἐσούρι Σισόιτος …παρὰ Σύρου Ἀπύγχεως. βούλομαι μισθώσασθαι παρὰ σοῦ εἰς μόνον τὸ ἐνεστὸς ε ἔτος Ἀντωνίνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν, ἀφʼ ὧν γεωργεῖς τῆς οὔσης σοι περὶ Πατσῶντιν βασιλικῆς γῆς τόπου Ἀβελκιᾶν λεγομένου …ιριων τετάρτου ὀγδόου …μέρος κοινὸν καὶ ἀδιαίρετον ἐπὶ τῷ σε τοῦ λοιποῦ ἡμίσους …αντων ὑπὲρ αὐτῶν τῶν δημοσίων πάντων καὶ παντὸς εἴδους …καὶ συνεπιτελέσω τὰ γεωργικὰ ἔργα πάντα, ὅσα καθήκει τοῖς δέουσι καιροῖς, ἐὰν φαίνηται μισθῶσαι ἐπὶ τοῖς προκειμένοις. Ἐσοῦρις ὁ προγεγραμμένος ὡς ἐτῶν ν οὐλὴ …δεξιᾷ. ἔτους ε Ἀντωνίνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν Τῦβι …