Ancient Greek
BGU 1 246
Documentary Papyri, Bgu 1 246
Not analysed yet
…εχρ… ἄχρι …καιω… κα…προσ…κ…στ… παιδ…σται, εἰ μὴ βληθήσεται, κινδυνεύω καὶ πάντα ἀπολέσαι μετὰ καὶ δειγματισμοῦ καλῶς εἰρήκατε καὶ φρονίμως ὅτι σὺ αὐτὰ ἔκπλεξον ὡς ἐργαζομένου μου ἢ ὡς πραγματευομένου ἁλὶ καὶ ἄρτῳ καὶ ὕδατι ζῶν ἐκπλέξαι αὐτὰ δύναμαι, ἀλλὰ εἰς ὃ θέλετε πρᾶγμα καὶ χαλκὸν εὑρίσκεται · ἢ οὐκ εἰδότες, ὅτι νυκτὸς καὶ ἡμέρας ἐντυνχάνω τῷ θεῷ ὑπὲρ ὑμῶν; περὶ δὲ Νείλου οὐδὲ παρασφαλίσματά μοι ἐδίδου οὐδὲ καταγραφήν, ἵνα ἀπενέγκω αὐτὸν πρὸς Σεραπίωνα ὅπως αὐτῷ δῷ · μετὰ γὰρ τοῦ ἀδελφοῦ αὐτοῦ ἀνέρχεται · καὶ περὶ Ἑρμιόνης μελησάτω ὑμῖν, πῶς ἄλυπος ᾖ · οὐ δίκαιον γὰρ αὐτὴν λυπεῖσθαι περὶ οὐδενός· ἤκουσα γάρ, ὅτι λυπεῖται· προσδόκα Δημᾶν περὶ τὸν Χοιὰκ εἰς τὴν ἐπαράν. Πτολεμαίῳ τῷ τοῦ Φαμπειν ἀπὸ Σ…