Ancient Greek
BGU 1 260
Documentary Papyri, Bgu 1 260
Not analysed yet
Πετεσοῦχος Πτολεμαίου Ἀφροδισίῳ …ως χαίρειν. ἀπέχω παρὰ σοῦ ἃς ὤφειλές μοι ἐπʼ ἐνοικήσει κατὰ δημόσιον χρηματισμὸν ἀργυρίου δραχμὰς ἑξακοσίας καὶ ὁπότε ἐὰν αἱρῇ ἐκδώσω σοι ἑξαμάρτυρον ἀποχήν. ἡ χεὶρ ἥδε κυρία ἔστω πανταχῆι ἐπιφερομένη ὡς ἐν δημοσίωι κατακεχωρισμένη ἔτους ἐνάτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ μηνὸς Γερμανικοῦ κθ.