Ancient Greek
BGU 1 267
Documentary Papyri, Bgu 1 267
Not analysed yet
…λογ… Αὐτοκράτωρ Καῖσαρ Λούκιος Σεπτίμιος Σεουῆρος Εὐσεβὴς Πέρτιναξ Σεβαστὸς Ἀραβικὸς Ἀδιαβηνικὸς Παρθικὸς Μέγιστος καὶ Αὐτοκράτωρ Καῖσαρ Μάρκος Αὐρήλιος Ἀντωνεῖνος Σεβαστὸς Ἰουλιανῇ Σωσθενιανοῦ διὰ Σωσθένους ἀνδρός· μακρᾶς νομῆς παραγραφὴ τοῖς δικαίαν αἰτίαν ἐσχηκόσι καὶ ἄνευ τινὸς ἀμφισβητήσεως ἐν τῇ νομῇ γενομένοις πρὸς μὲν τοὺς ἐν ἀλλοτρίᾳ πόλει διατρίβοντας ἐτῶν εἴκοσι ἀριθμῷ βεβαιοῦται, τοὺς δὲ ἐπὶ τῆς αὐτῆς ἐτῶν δέκα . προετέθη ἐν Ἀλεξανδρείᾳ. η ἔτους Τῦβι γ.