Ancient Greek
BGU 1 28
Documentary Papyri, Bgu 1 28
Not analysed yet
Διογένῃ κωμογραμματεῖ παρὰ Πακύσιος Σαταβοῦτος τοῦ Πανεφρέμιος μητρὸς Στοτόητις ἱερεὺς ε φυλῆς Σοκνοπαίου θεοῦ μεγάλου μεγάλου ἀπὸ κώμης Σοκνοπαίου Νήσου καὶ τῆς τούτου γυναικὸς Ταβοῦτος τῆς Στοτοήτεως, ἱερείας α φυλῆς τοῦ αὐτοῦ θεοῦ Σοκνοπαίου μετὰ κυρίου τοῦ προγεγραμμένου ἀνδρὸς Πακύσιος. ἀπογραφόμεθα γεγονότα ἡμῖν ἐξ ἀλλήλων θυγατρὸς Τασῆτα γεννηθέντα τῷ διελεληλυθότι ιη ἔτει καὶ ὄντα εἰς τὸ ἐνεστὸς κδ ἔτος ἐτῶν ζ. διὸ ἐπιδίδομεν. Διογένης κωμογραμματεὺς ἔσχον τούτου τὸ ἴσον. ἔτους κδ Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνείνου Σεβαστοῦ. Φαῶφι ιγ.