Ancient Greek
BGU 1 281
Documentary Papyri, Bgu 1 281
Not analysed yet
…ἔτους ε… Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Μεχὶρ ιϛ. Τερπὼς ἡ Σαραπίωνος μετὰ κυρίου τοῦ συγγενοῦς Πάπου τοῦ Γαίου Σαραπιάδι Σαβίνου μετὰ κυρίου τοῦ τῆς ἀδελφῆς αὐτῆς Κλεοπατροῦτος ἀνδρὸς Ὡρίωνος τοῦ …α…ου ἀπέχειν αὐτὴν παρὰ τῆς Τερπῶτος τὰς ἴσας ὧν ὤφειλεν ὁ τετελευτηκὼς αὐτῆς ἀδελφὸς Σαμβᾶς ὁ καὶ Εὖς κατὰ διαγραφὴν τῆς Ἀνουβίωνος τραπέζης Φρέμει, ἣν καὶ ἀναδέδωκεν αὐτῇ εἰς ἀθέτησιν καὶ ἀκύρωσιν ἀργυρίου δραχμὰς τεσσαράκοντα γίνονται δραχμαὶ μ καὶ οὐδὲν αὐτῇ ἐνκαλεῖ περὶ οὐδενὸς ἁπλῶς μέχρι τῆς ἐνεστώσης ἡμέρας.