Ancient Greek
BGU 1 286
Documentary Papyri, Bgu 1 286
Not analysed yet
ὑπατείας τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ Σεβαστῶν ϛ συνέθετο Αὐρήλιος Εὐπορᾶς Αὑνῆ μητρὸς Ταήσεως ἀπὸ κώμης Ἰβιῶνος Εἰκοσιπενταρουρῶν Αὐρηλίῳ Πεηοῦτι Πτολεμαίου ἀπὸ κώμης Καρανίδος σακκοφόρῳ τὴν ἐργασίαν ἐπὶ τῷ τὸν Εὐπορᾶν παραγενέσθαι ἐν Ἀλεξανδρείᾳ καὶ τὴν ἀντὶ τοῦ Πεηοῦτος χώραν ἀποπληρῶσαι τῇ μεταφορᾷ τοῦ δημοσίου πυροῦ κατὰ κέλευσιν τῆς ἡγεμονίας ἐπὶ χρόνον μῆνας δύο ἀπὸ τῆς αὔριον ἡμέρας …