Ancient Greek
BGU 1 290
Documentary Papyri, Bgu 1 290
Not analysed yet
ἔτους τεσσαρεσκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς μηνὸς Δύστρου γ Τῦβι γ ἐν Ἡρακλείᾳ τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοΐτου νομοῦ. ὁμολογεῖ Ὧρος Στοτοήτιος τοῦ Ὥρου ἱερεὺς ἀπὸ κώμης Σοκνοπαίου Νήσου Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν λϛ οὐλὴ μετώπῳ ἐκ δεξιῶν Στοτοήτι Τεσενούφεως ὡς ἐτῶν λβ ἀσήμῳ ἔχειν παρʼ αὐτοῦ τὸν ὁμολογοῦντα παραχρῆμα διὰ χειρὸς χρῆσιν ἔντοκον ἀργυρίου κεφαλαίου δραχμὰς ὀγδοήκοντα τέσσαρες καὶ πυροῦ ἐν γενει νέου καθαροῦ ἀδόλου ἀρτάβην μίαν ἥμισυ πέμπτον μέτρῳ δρόμῳ τετραχοινίκῳ ὧν καὶ τὴν ἀπόδωσιν ποιησάσθω ὁ Ὧρος τῷ Στοτοῆτι ἐν μηνὶ Παῦνι …