Ancient Greek
BGU 1 295
Documentary Papyri, Bgu 1 295
Not analysed yet
ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν, βασιλείας τοῦ δεσπότου ἡμῶν Φλαουίου Μαυρικίου Τιβερίου τοῦ αἰωνίου Αὐγούστου ἔτους ι Φαῶφι κε ι ἰνδικτίωνος ἐν Ἀρσινόῃ. Αὐρήλιος Παμοῦν υἱὸς Ἀπολλῶ ποταμίτης ἀπὸ τῆς Ἀρσινοϊτῶν πόλεως ἀπὸ ἀμφόδου Ἀπερῶτος Αὐρηλίῳ Ψεείῳ υἱῷ Ἀμαίου ἐπιστάτῃ ποταμιτῶν ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ ἐσχηκέναι με παρὰ σοῦ διὰ χειρὸς λόγῳ προχρείας χρυσίου νομισμάτιον ἓν παρὰ κεράτια ἑπτὰ ἥμισυ τέταρτον χρυσίου νομισμάτιον α …χειρόγραφον Παμοῦν υἱoῦ Ἀπολλῶ ποταμίτου χρυσίου νομισματίου α παρὰ κεράτια ζ 𐅵δ '…