Ancient Greek
BGU 1 322
Documentary Papyri, Bgu 1 322
Not analysed yet
Αὐρηλίῳ Καλβεισίῳ Μαξίμῳ ἑκατοντάρχῃ παρὰ Αὐρηλίου Πακύσεως Τεσενούφεως ἱερέως καὶ στολιστοῦ ἱεροῦ λογίμου κώμης Σοκνοπαίου Νήσου τῆς Ἡρακλείδου μερίδος. ἔχω τόπον ἐν οἰκίᾳ τῆς τοῦ υἱοῦ μου Αὐρηλίου Τεσενούφεως γυναικὸς ἐν ἐποικίῳ Πισᾶϊ λεγομένῳ τῆς Θεμίστου μερίδος, ἐν ᾧ ἐστίν μου τὰ εἰς διατροφὴν ἀποκείμενα σιτάρια. πρώην οὖν εἰς τὸν τόπον εἰσελθόντων τῶν οἰκείων μου διὰ τὸ ἐμὲ ἐν Ἀλεξανδρείᾳ εἶναι, ἐφευρέθη τὰ σιτάρια κεκουφισμένα, ἡ δὲ αἰτία τῆς κλοπῆς ἐφάνη τοῦ τόπου ὑπερῴου ὄντος ἐκ τοῦ ποδώματος διατρηθέντος τὴν κακουργίαν γεγονέναι. διελεγχόμενοι δὲ οἱ ἔνδον οἰκοῦντες ὡς ἐξ αὐτῶν ἐπηρείας τοῦτο γεγένηται ὑπέσχοντο διά τε τοῦ τῆς κώμης ἀρχεφόδου καὶ διὰ ἄλλων δώσειν εἰς τὸν λόγον τῆς κλοπῆς πυροῦ ἀρτάβας ἑπτά . ἀλλʼ ἐπεὶ τῇ μὲν ὑποσχέσει συνέθεντο, τῇ δὲ ἀποδόσει μέχρι νῦν οὐχ ὑπήντησαν, ἀναγκαίως τὴν ἐπὶ σὲ καταφυγὴν ποιοῦμαι καὶ ἀξιῶ ἀχθῆναι τοὺς ἐνκαλουμένους Πανοῦφιν Στοτοήτεως καὶ Πακῦσιν Καννεῖτος πρὸς τὸ ἐκ τῆς σῆς ἐξουσίας δυνηθῆναί με ἀντὶ πλειόνων τῶν κλαπέντων τὰς σταθείσας μοι πυροῦ ἀρτάβας ἑπτὰ ἀπολαβεῖν. διευτύχει. Αὐρήλιος Πακῦσις ἐπιδέδωκα ἔτους κδ Μάρκου Αὐρηλίου Σεουήρου Ἀντωνίνου Παρθικοῦ Μεγίστου Βρεταννικοῦ Μεγίστου Γερμανικοῦ Μεγίστου Εὐσεβοῦς Σεβαστοῦ Φαρμοῦθι ιβ