Ancient Greek
BGU 1 349
Documentary Papyri, Bgu 1 349
Not analysed yet
Αὐρήλιος Πασίων Ἀμωνιανοῦ ἀπὸ τῆς Ἀρσινοιτῶν πόλεως Αὐρηλίοις Ἰσάσι καὶ Ἰεκώνει ἀπὸ τῆς Ἀφροδιτοπολιτῶν πόλεως χαίρειν. ὁμολογῶ μεμισθωκέναι σοι τὰς ὑπαρχούσας μοι ἀρούρας δύο ἀρούρας β ἐν κλήρῳ καλουμένῳ Ἀφρικιανὸς, φόρου ἑκάστης ἀρούρης ἀρτάβας δύο ἀρτάβας β, ἐμοῦ δὲ τοῦ μισθωσαμένου θερίζοντος τῷ μισθῷ, τῆς μισθώσεως ταύτης κυρίας οὔσης πανταχοῦ ἐπιφερομένης καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κονσταντίνου καὶ Λικιννιανοῦ Σεβαστῶν τὸ γ, Ἁθὺρ λ. Αὐρήλιος Πασίων μεμίσθωκα ὡς πρόκιται. Αὐρήλιος Ἀμώνιος ἔγραψα ὑπὲρ αὐτοῦ.