Ancient Greek
350.20 to 350.26
Documentary Papyri, Bgu 1 350.20-26
Not analysed yet
Στοτοήτιος τρίτον μέρος οἰκίας καὶ αὐλῆς καὶ αἰθρίου ὃ διʼ ἀπογραφῆς τέταρτον μέρος κοινὸν καὶ ἀδιαίρετον καὶ τὰ συνκύροντα πάντα, γείτονες νότου Στοτοήτιος τέκτωνος οἰκία, βορρᾶ τοῦ Τανεφρέμμιος τῆς πριαμένης ἀνδρὸς Ὀννόφριος τοῦ Χειρᾶτος οἰκίαι, λιβὸς ῥύμη βασιλική, καὶ ἀπέχω τὴν συμπεφωνημένην τιμὴν ἐκ πλήρους παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου δραχμὰς πεντακοσίας καὶ βεβαιώσω πάσῃ βεβαιώσει καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτοῦ Διόσκορος διὰ τὸ μὴ εἰδέναι γράμματα. Τανεφρύμις ἡ καὶ Θενῦρις Πανεφρύμιος μετὰ κυρίου τοῦ ἀνδρός μου Ὀννόφριος τοῦ Χειρᾶτος ἠγόρακα καθὼς πρόκιται. Ὀννόφρις ἔγραψα ὑπὲρ τῆς Τανεφρέμμιος διὰ τὸ μὴ εἰδέναι γράμματα. ἐντέτακται διὰ τοῦ κώμης Νείλου πόλεως γραφείου.