Ancient Greek
361.3.15 to 361.3.30
Documentary Papyri, Bgu 1 361.3.15-30
Not analysed yet
εἰ δὲ ἀπὸ τῶν ἑπτὰ τέσσαρες ἐνθάδε εἰσὶ καὶ νομικὸς …βήματος ἔρχεται ἀξιῶν λυθῆναι τὴν διαθήκην, οὐκ ἐν ὀλίγῃ ὑποψίᾳ γείνομαι. Ἀπολλωνιανὸς ῥήτωρ προσέθηκεν· ὅτι ὁ ἀντίδικος ἡμῶν περιήλησεν τὰ ἐπὶ τῆς οἰκίας, ἐὰν μεταπέμψῃ Κρονοῦν θεράποντα αὐτοῦ, μαρτυρήσει ὅτι ἡ Τασεὺς σύνεργος αὐτοῦ ἐγένετο καὶ πάντα ἅμα αὐτῷ ὑφείλετο, καὶ περὶ τῆς διαθήκης δὲ λέγω ὅτι ……λιμόν ἐστιν …λε αὐτὸν τὸν διαθέμενον ἐπει… …τῶν σφραγιστῶν ἐπιθεῖναι ἰδίαν σφραγῖδα ε… …ησει α…νον σφραγίσαντα οὐ μ… …τοῦ σφραγιστοῦ ἡ σφραγὶς ἠλλάγη ὁστις ……ω μὴ δυνάμενος ἐνθάδε παραγενέσθαι ……ι ἐπέμψατο τὴν σφραγῖδα αὐτοῦ, ἣν ἂν ς… …οε…δ…κην οὐχ εὑρήσεις σύμφωνον, ἀλλὰ καὶ ἑτέρου …λίου σφραγιστοῦ ἐν Ἀλεξανδρείᾳ νῦν διατρίβοντος ἡ σφραγὶς οὐκ ἐπίκειται. Ἡλιόδωρος ῥήτωρ ἀπεκρίνατο· ἐπεὶ ὠνείδισαν Τασεῦν …δούλην οὖσαν τοῦ πατρὸς τοῦ ἀφήλικος α…