Ancient Greek
BGU 1 4
Documentary Papyri, Bgu 1 4
Not analysed yet
Σεουήρῳ Ἰούστῳ ἑκατοντάρχῃ παρὰ Αὐρηλίου Ἀβοῦτος οὐετρανοῦ. ἡνίκα ἐστρατευόμην, κύριε, ἐν Πηλουσίῳ, παρεθέμην Πετεσούχῳ τινὶ συνστρατιώτῃ μου καὶ φίλῳ σκεύη ἐν συντιμήσει δραχμῶν ὀκτακοσίων. μετατεθέντος μου εἰς ἄλην Βουκοντίων καὶ ὡς ἐλογοποιούμην πρὸς αὐτὸν περὶ τούτων μετὰ τὴν ἀμφοτέρων ἀπόλυσιν, λόγον μου οὐ πεποίηται. διὸ ἀξιῶ ἔχοντός μου μεσίτην Συρίωνα Ἰσιδώρου ἀπὸ κ…ο…ωμολο γ…