Ancient Greek
BGU 1 41
Documentary Papyri, Bgu 1 41
Not analysed yet
Δημητρίῳ στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Ἀπύγχεως καὶ μετόχων πρακτόρων ἀργυρικῶν κώμης Σοκνοπαίου Νήσου. διεγράψαμεν ἐπὶ την δημοσίαν τράπεζαν εἰς ἀρίθμησιν μηνὸς Θὼθ τοῦ ἐνεστῶτος η ἔτους ἔστι δέ· λαογραφίας ζ ἔτους δραχμαὶ ρ τελεσμάτων καμήλων δραχμαὶ σ προσόδων οἰκοπέδων δραχμαὶ ρ φόρου προβάτων ζ ἔτους δραχμαὶ ξ γίνονται δραχμαὶ υξ ἔτους η Λουκίου Σεπτιμίου Σεουήρου Περτίνακος Εὐσεβοῦς Ἀραβικοῦ Παρθικοῦ καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστῶν Φαῶφι ιβ