Ancient Greek
BGU 1 59
Documentary Papyri, Bgu 1 59
Not analysed yet
Ποτάμωνι στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος καὶ Ἀσκληπιάδῃ βασιλικῷ γραμματεῖ τῆς αὐτῆς μερίδος καὶ κωμογραμματεῖ Καρανίδος καὶ λαογράφοις τῆς αὐτῆς κώμης παρὰ Διοδώρας Πεθέως τοῦ Πεθέως μητρὸς Ἀφροδοῦτος διὰ φροντιστοῦ …τοῦ …τορος …ἀπὸ κώμης Καρανίδος· ἀπογράφομαι κατὰ τὰ κελευσθέντα ἐμαυτὴν καὶ τοὺς ἐμοὺς εἰς τὴν τοῦ διεληλυθότος ιδ ἔτους Αὐρηλίου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου κατʼ οἰκίαν ἀπογραφὴν εἰς τὴν ὑπάρχουσάν μοι ἀπὸ κληρονομίας τοῦ ἀνδρὸς Πεθέως τοῦ Πεθέως …τετελευτηκότος …οἰκίαν καὶ αὐλήν. εἰμὶ δὲ Διοδώρα ἡ προγεγραμμένη ἐτῶν ξα, καὶ τὰς θυγατέρας Γέμελλαν …ἐτῶν …καὶ Ἀφροδοῦν …ἐτῶν …καὶ τὴν θυγατέρα αὐτῆς …τη…. ὑπάρχει δὲ τῇ Διοδώρᾳ παιδίσκη δούλη Τασουχάριον ἐτῶν ξ ἄσημος καὶ ἐν τῇ κώμῃ οἰκία καὶ αὐλὴ οὖσα ἐπʼ ἀμφόδου Κωμογραμματέων. διὸ ἐπιδίδωμι. ἔτους ιε Αὐρηλίου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου …