Ancient Greek
BGU 1 61
Documentary Papyri, Bgu 1 61
Not analysed yet
ἔτους η Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Σεβαστῶν παρὰ Κάστορος Ἥρωνος καὶ μετόχων σιτολόγων κώμης Ἡρακλείας· μεμετρήμεθα ἐπὶ τῆς γ τοῦ Παῧνι μηνὸς τοῦ ἐνεστῶτος η ἔτους ἀπὸ γενημάτος τοῦ αὐτοῦ ἔτους Σουτουῆτις Φόσις κληρούχων αὐτῆς πυροῦ ἀρτάβας ἑπτὰ γίνονται πυροῦ ἀρτάβαι ζ Σαταβοῦς Κιῶβις τοῦ αὐτοῦ μηνὸς πυροῦ ἀρτάβας τέσσαρας ἥμισυ γίνονται πυροῦ ἀρτάβαι δ 𐅵γίνονται τοῦ συμβόλου πυροῦ ἀρτάβαι ια 𐅵Κάστωρ Ἥρωνος μεμέτρημαι, καθὼς πρόκειται. ἔτους η τῶν κυρίων Σεβαστῶν· διέγραψε Σωτᾶς καὶ μέτοχοι πράκτορες ἀργυρικῶν κώμης Ἡρακλείας· ἔσχον παρὰ σοῦ ἐς λόγον παραγραφίας ἐλαιουργίας δραχμὰς δώδεκα γίνονται δραχμαὶ ιβ Σαραπάμμων καὶ μέτοχοι ἔσχον εἰς λόγον προσόδον ὑπαρχόντων διὰ Τὶξ καὶ Μέλας πυροῦ β 𐅵ἔτους η Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Εὐσεβοῦς Παρθικοῦ καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστῶν Μεσορὴ λ.