Ancient Greek
BGU 1 64
Documentary Papyri, Bgu 1 64
Not analysed yet
Αὐρηλίῳ Διονυσίῳ στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Αὐρηλίων Λογγίνου τοῦ καὶ Ζωσίμου Λεωνίδου καὶ Ἁρπάλου Σαραπίωνος καὶ Ἥρωνος Κόπρητος και Ὡρίωνος Μάρωνος τῶν δ καὶ τῶν λοιπῶν σιτολόγων κώμης Καρανίδος. μηνιαῖος ἐνκεφαλαίῳ τοῦ Μεχεὶρ μηνὸς τοῦ ἐνεστῶτος κε ἀπὸ γενημάτων τοῦ διεληλυθότος κδ ἔτους εἰσὶν αἱ μετρηθεῖσαι ἡμῖν τῆς προκειμένης κώμης τῷδε τῷ μηνὶ πυροῦ ἀρτάβαι πζ 𐅵,ὧν Καρανίδος δημοσίων πυροῦ ἀρτάβαι ξη, κατοίκων πυροῦ ἀρτάβαι ιθ 𐅵,γίνονται κώμης πυροῦ ἀρτάβαι πζ 𐅵καὶ ταύταις προσαναλαμβάνονται ὑπὲρ φιλανθρώπου καὶ ἄλλων πυροῦ ἀρτάβαι β 𐅸γίνονται σὺν φιλανθρώπῳ πυροῦ ἀρτάβαι ϙ δ καὶ ἐγλόγῳ τοῦ προτέρου μηνὸς πυροῦ ἀρτάβαι Γψλα σὺν τῇ ἐγλόγῳ πυροῦ ἀρτάβαι Γωκα δ …ἔτους κε Μάρκου Αὐρηλίου Σεουήρου Ἀντωνείνου Παρθικοῦ Μεγίστου Βρεταννικοῦ Μεγίστου Γερμανικοῦ Μεγίστου Εὐτυχοῦς Εὐσεβοῦς Σεβαστοῦ …Αὐρήλιος Λογγίνου τοῦ καὶ Ζωσίμου Λεωνίδου …κας ὡς πρόκειται.