Ancient Greek
BGU 1 77
Documentary Papyri, Bgu 1 77
Not analysed yet
ἔτους …Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Γερμανικοῦ Μεγίστου Φαμενὼθ …Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Πτολεμαὶς Πασίωνος τοῦ Χαιρήμονος μητρὸς …ἀπὸ κώμης Καρανίδος ὡς ἐτῶν κα οὐλὴ ῥινὶ μέσῃ μετὰ κυρίου τοῦ ἀνδρὸς Εὐδαίμονος Ἑριέως …τόπου ὡς ἐτῶν κδ ουλὴ γενείῳ δεξιῷ Ἡρᾶτι Πεθέως τοῦ Πεθέως …ὡς ἐτῶν μ οὐλὴ ἀντικνημίῳ ἀριστερῷ ἀπέχειν τὴν ὁμολογοῦσαν ἃς …τῶν ὑπογεγραμμένων κεφαλαίων, ἃ ὤφειλεν ὁ τοῦ Ἡρᾶ πατὴρ συν… …τι τῷ τῆς Πτολεμαΐδος κατὰ μητέρα πάππῳ ……πυροῦ ἀρτάβας ξγ καὶ κριθῆς ἀρτάβας οϛ ἀκολούθως τῇ κατασταθείσῃ …λογοθεσίᾳ ὑπὸ Ἁρποκρᾶ Παουειτήους λογοθέτου κ… …τὴς ἐπὶ τὸν Ἡρᾶν χάριν ὧν ὤφειλεν ὡς πρόκειται Ἀμ… …ἐνγράφου ἢ ἑτέρου τινὸς ἁπλῶς πράγματος ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας κατὰ μηδένα τρόπον ……τῇ Πτολεμαΐδι χάρις, ἧς ἔχει μητρικῆς σιτικ… …τόλω Παμενίσκους διὰ τὸ καὶ αὐτὸν σὺν τοῖς ……οσις αὐτοῦ. ἔχειν περὶ κώμην Βακχιάδα ……ἡμίσους μέρους τῶν προκειμένων κεφαλαίων προς …ς καὶ κληρονόμους. ὑπογραφεὺς τῆς ὁμολογίας ὁ προ …ις ὑπογραφεύς. Πτολεμαὶς Πασίωνος τοῦ Χαιρήμονος …δραχμάς, ἃς ὤφειλεν ὁ πατὴρ αὐτοῦ ἀργυρίου δισχιλίας …καὶ πυροῦ ἀρτάβας γ… καὶ κριθῆς ἀρτάβας λη καὶ οὐδὲν αὐτῷ ἐνκαλεῖν …ὡς πρόκειται Εὐδαίμων Ἑριέως ἐπιγέγραμμαι τῆς γυναίκος μου κύριος καὶ ἐγραψα ὑπὲρ αὐτῆς γράμματα μὴ εἰδυίης.