Ancient Greek
BGU 1 82
Documentary Papyri, Bgu 1 82
Not analysed yet
ἔτους κϛ Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Θὼθ κα. Πακῦσις Στοτοῆτος νεωτέρου τοῦ Στοτοήτεως ἱερεὺς προσαγαγὼν τὸν υἱὸν ἑαυτοῦ Ὧρον ἐκ μητρὸς Φαυῆτος ἀπὸ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου, ἀξιῶν ἐπιτραπῆναι αὐτῷ περιτμηθῆναι τὸν υἱὸν αὐτοῦ διὰ τὸ παρατεθεῖσθαι τὰς τοῦ γένους ἀποδείξεις τῷ τοῦ νομοῦ βασιλικῷ διαδεχομένῳ τὴν στρατηγίαν καὶ ἀναδοὺς τὴν περὶ αὐτοῦ γραφεῖσαν ἐπιστολήν, Ἰουλιανὸς ἐπύθετο τῶν ἱερογραμματέων, εἴ τι σημεῖον ἔχει ὁ παῖς. εἰπόντων ἄσημον αὐτὸν εἶναι Σάλουιος Ἰουλιανὸς ἀρχιερεὺς καὶ ἐπὶ τῶν ἱερῶν παρασημειωσάμενος τὴν ἐπιστολὴν ἐκέλευσεν τὸν παῖδα περιτμηθῆναι κατὰ τὸ ἔθος.