Ancient Greek
BGU 10 1946
Documentary Papyri, Bgu 10 1946
Not analysed yet
Βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης θεῶν Εὐεργετῶν ἔτους δεκάτου ἐφʼ ἱερέως Πυθαγγέλου τοῦ Φιλοκλείτου Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἀγαθοκλέας τῆς Διογνήτου μηνὸς Γορπιαίου ἐν Θώλθει τοῦ Ὀξυρυγχίτου νομοῦ. ἐμίσθωσεν Εὔπολις Ἀθηναῖος τῶν Φίλωνος ἰδιώτης Θεοκλεῖ Κυρηναίωι τῶν Φίλωνος ἰδιώτηι ……τοῦ δεκάτου ἔτους ……τὸ Ὀννώφριος μέρος ἐφʼ ὧι παρέξεται Θεοκλῆς Εὐπόλει ὑπὲρ Ὀννώφριος τῶν πυρῶν ἀρτάβας …δύο τὸ ἐπιβάλλον αὐτῶι μέρος τῶν ἐκφορίων κατὰ τὴν συγγραφὴν τῆς μισθώσεως τὴν κειμένην παρὰ συγγραφοφύλακι Ἡρακλείτωι Κυρηναίωι τῶν Φίλωνος ἰδιώτηι ?. ἀποδότω δὲ Θεοκλῆς Εὐπόλει τὸν σῖτον τοῦτον ἐν μηνὶ Δύστρωι τοῦ ἑνδεκάτου ἔτους σῖτον καθαρὸν καὶ ἄδολον τὸν γενόμενον ἐν τῶι κλήρωι μέτρωι χοὶ δικαίωι Εὐπόλεως μετρήσει δικαίαι καὶ ἀπενεγκάτω εἰς τὰ Εὐπόλεως ἰδίοις ἀνηλώμασιν. ἐὰν δὲ μὴ ἀποδῷ κατὰ τὰ γεγραμμένα ἀποτεισάτω Θεοκλῆς Εὐπόλει τιμὴν τῆς ἀρτάβης ἑκάστης τῶν πυρῶν χαλκοῦ δραχμὰς δέκα καὶ ἡ πράξις ἔστω Εὐπόλει παρὰ Θεοκλέους πράσσοντι κατὰ τὸ διάγραμμα. ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηται. μάρτυρες. Πολύαινος Κυρηναῖος Καλλικράτης Ἑσπερίτης Διομέδων …οἱ τρεῖς τῶν Φίλωνος ἰδιῶται, Ἀγαθῖνος Ἑρμίου Μυτιληναῖος ……ος Δημητρίου Κυρηναῖος οἱ τρεῖς τῆς ἐπιγονῆς.