Ancient Greek
BGU 10 1958
Documentary Papyri, Bgu 10 1958
Not analysed yet
Βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης θεῶν Εὐεργετῶν ἔτους ἑβδόμου ἐφʼ ἱερέως Ἀγαθοκλέους τοῦ Ἀγαθοκλέους Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων κανηφόρου Ἀρσινόης Φιλαδέλφου Φιλησοῦς τῆς Δημητρίου μηνὸς Περιτίου ἐν Θώλθει τοῦ Ὀξυρυγχίτου νομοῦ. ὁμολογεῖ Ζωπυρίων Θρᾶιξ τῶν Φίλωνος ἰδιώτης ἔχειν παρὰ Ἀριστολόχου τοῦ Στρατίου Θραικὸς τῆς ἐπιγονῆς καὶ Στράτωνος Μακεδόνος τριακονταρούρου κληρούχου τῶν οὔπω ὑφʼ ἡγεμόνα πυρῶν ἀρτάβας ἑκατὸν πεντήκοντα εἰς τὰ ἐκφόρια τοῦ κλήρου τοῦ ὀγδόου ἔτους κατὰ τὴν συγγραφὴν τῆς μισθώσεως τὴν κειμένην παρὰ συγγραφοφύλακι Καλικράτει Ἑσπερίτηι τῶν Φίλωνος ἰδιώτηι, καθʼ ἣν ἐμίσθωσεν Ζωπυρίων Στρατίωι τῶι Ἀριστολόχου καὶ Στράτωνος πατρί. προσδεξάσθω δὲ Ζωπυρίων Ἀριστολόχωι καὶ Στράτωνι τὸν σῖτον τοῦτον εἰς τὰ ἐκφόρια τοῦ ἐνάτου ἔτους. ἐὰν δὲ μὴ προσδέξηται, ἀλλʼ εἰσπραχθῶσιν Ἀριστόλοχος καὶ Στράτων τὸν σῖτον τοῦτον ὑπὸ Ζωπυρίωνος καθʼ ὁντινοῦν τρόπον ἢ βασιλικόν τι κώλυμα γένηται τοῦ μὴ προσδεχθῆναι Ἀριστολόχωι καὶ Στράτωνι τὸν σῖτον τοῦτον ὑπὲρ Ζωπυρίωνος, ἀποτεισάτω Ζωπυρίων Ἀριστολόχωι καὶ Στράτωνι τιμὴν τῆς ἀρτάβης ἑκάστης τῶν πυρῶν ἢ ἐὰν εἰσπραχθῶσιν ἢ μὴ προσδεχθῆι αὐτοῖς δραχμὰς δέκα καὶ ἡ πρᾶξις ἔστω Ἀριστολόχωι καὶ Στράτωνι παρὰ Ζωπυρίωνος πράσσουσι κατὰ τὸ διάγραμμα. ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηται. μάρτυρες. …