Ancient Greek
BGU 10 1961
Documentary Papyri, Bgu 10 1961
Not analysed yet
καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἀγαθοκλέας τῆς Διογνήτου μηνὸς Δίου ἐν Θώλθει τοῦ Ὀξυρυγχίτου νομοῦ. ἐδάνεισεν Θεόδωρος ……Κυρηναῖος τῆς ἐπιγονῆς Μενωνίδει Πέρσηι τῶν Φίλωνος ἰδιώτηι ἀργυρίου νομίσματος ὀφθαλμοφανοῦς ἐναντίον τῶν ἐγγεγραμμένων μαρτύρων δραχμὰς ἑκατὸν τόκου ὡς ἐκ δύο δραχμῶν τὴν μνᾶν τὸν μῆνα ἕκαστον. ἀποδότω δὲ Μενωνίδης Θεοδώρωι τοὺς μὲν τόκους κατὰ μῆνα, τὸ δὲ δάνειον τοῦτο ἀφʼ ἧς ἂν ἡμέρας Θεόδωρος Μενωνίδει προείπῃ ἐν ἡμέραις δέκα ?. ἐὰν δὲ μὴ ἀποδῶι κατὰ τὰ γεγραμμένα, ἀποτεισάτω Μενωνίδης Θεοδώρωι τοὺς μὲν τόκους οὓς ἂν προσοφειλήσῃ ἁπλοῦς, τὸ δὲ δάνειον ἡμιόλιον καὶ ἡ πρᾶξις ἔστω Θεοδώρωι παρὰ Μενωνίδους καὶ ἐκ τοῦ ἐγγύου πράσσοντι κατὰ τὸ διάγραμμα.