Ancient Greek
BGU 10 1968
Documentary Papyri, Bgu 10 1968
Not analysed yet
ἔτους κα Παῦνι ιε ἐδάνεισεν Μουσαῖος Κιανὸς τῶν Ἀκέστορος καὶ Θερσίωνος ἱππέων ἑκατοντάρουρος Καλλικράτει Θραικὶ τῶν Ἀκέστορος καὶ Θερσίωνος ……νομίσματος ὀφθαλμοφανοῦς δραχμὰς …ἀτόκους . ἀπὸ τοῦ …εἰς μῆνας κδ ἀποδότω δὲ Καλλικράτης Μουσαίωι τὸ δάνειον τοῦτο ἐμ μηνὶ Δίωι τοῦ εἰκοστοῦ καὶ τρίτου ἔτους. ἐὰν δὲ μὴ ἀποδῶι καθὼς προγέγραπται, ἀποτεισάτω Καλλικράτης Μουσαίωι τὸ δάνειον τοῦτο παραχρῆμα ἡμιόλιον καὶ ἡ πρᾶξις Μουσαίωι ἔστω κατὰ τὰ διαγράμματα καὶ τὰ περὶ τούτων ψηφίσματα.