Ancient Greek
BGU 10 1971
Documentary Papyri, Bgu 10 1971
Not analysed yet
ὁμολογεῖ Κοιλίγγης ἀπέχειν παρὰ Ῥοδωνίδος μετὰ κυρίου Ἡρακλείου ἃς ἐδάνεισεν αὐτῇ πυρῶν ἀρτάβας …κατὰ συγγραφὴν δανείου …ἔτους μηνὸς Ξανδικοῦ τὴν …θεῖσεν ἐν δημοσίωι διὰ …ἀγορανομήσαντος …καὶ μηθὲν ἐπικαλεῖν …περὶ τῶν ……ἐὰν δὲ ἐπέλθῃ Κοιλίγγης ἢ ἄλλος τις τῶν παρʼ αὐτοῦ ἐπὶ Ῥοδωνίδα ἤ τινα τῶν παρʼ αὐτῆς περὶ τῶν προγεγραμμένων ἀρταβῶν …τῶν πυρῶν, ἥ τʼ ἔφοδος ἄκυρος ἔστω καὶ προσαποτεισάτω Κοιλίγγης ἢ ὃς ἂν ἐπέλθηι ὅσον ἂν ἐπικαλέσῃ παραχρῆμα ἡμιόλιον καὶ ἡ πρᾶξις αὐτοῖς ἔστω κατὰ τὰ διαγράμματα καὶ τοὺς νόμους καὶ τὰ περὶ τούτων ψηφίσματα. ἧν δὲ Κοιλίγγης ὡς ἔτη …ε μέσος μελίχρως τενανός, ὦτα ἀφεστηκότα καὶ δέξιον τετρημένον, οὐλὴ ῥινὶ μέσῃ. Ῥοδωνὶς ὡς ἔτη κ μέση μελίχρως, οὐλὴ ὑπὲρ ὄφρυν ἀριστεράν. Ἡράκλειος ὡς ἔτη λ μέσος μελίχρως τετανὸς ἀναφάλανθος, οὐλὴ μέσωι μετώπωι ὑπὸ τρίχα.