Ancient Greek
BGU 10 1973
Documentary Papyri, Bgu 10 1973
Not analysed yet
…ἀπὸ λιβὸς καὶ ……ἐπὶ τοῦ ἐν Ὀξυρύγχων πόλει ἀγορανομίου ἀφʼ ἧς ἂν ἡμέρας Πετῶυς Νεοκλεῖ προείπηι ἐν ἡμέραις δέκα τασσομένου Πετώυτος τὰ γεινόμενα ἀναλώματα. ἐὰν δὲ Νεοκλῆς μὴ δῶι Πετώυτι ὠνὴν κατὰ τὰ γεγραμμένα, ἀποτεισάτω Νεοκλῆς Πετώυτι τὴν προγεγραμμένην τιμὴν καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς τριακοσίας καὶ ἡ πρᾶξις ἔστω Πετώυτι παρὰ Νεοκλέους πράσσοντι κατὰ τὸ διάγραμμα. ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηται. μάρτυρες.