Ancient Greek
BGU 10 1996
Documentary Papyri, Bgu 10 1996
Not analysed yet
Νικόλαος Ὥρωι χαίρειν. καλῶς ποιήσεις μετρήσας …ἀρτάβας …ν παρα… διαλογίσωμαι περὶ τοῦ πλήρους, καὶ Θευκλῆι δὲ ἀπέστειλά σοι τὰς πεντήκοντα τρεῖς ἀρτάβας τῶν πυρῶν, ἃς ἔδει σε μετρῆσαι κριθὴν καὶ ὄλυραν παρόντος Σκαρπίωνος καὶ Διοδώρου. ἀπομέτρησον αὐτῶι, σὺ οὖν οὕτως πόιει καὶ μὴ ἄλλως ποιήσῃς. ἔρρωσο. ἔτος ϛ Χοιάχ. Ὥρωι Παῶτος