Ancient Greek
BGU 11 2012
Documentary Papyri, Bgu 11 2012
Not analysed yet
παρὰ Γαίου Ἰουλίου Ἀγριππίνου στρατιώτου λεγεῶνος δευτέρας Τραιανῆς Ἰσχυρᾶς ἑκατονταρχίας Πουβλικίου Σευήρου καὶ Σερην… πρὸς Ἀθηναίδα τὴν καὶ Ἡραίδα ἀπὸ κώμης Καρανίδος τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ καὶ Τερτίαν …ασε ὑποθηκῶν καὶ ἐνεχυρασιῶν καὶ ἑτέρων Δρούσιλλαν. ἐνέτυχόν σοι ἡγεμὼν κύριε διὰ βιβλιδίου τῷ ἐνεστῶτι ἔτει Φαῶφι δ καὶ ὑπέγραψάς μοι οὕτως· Ἱέρακι τῷ ἀρχιδικαστῇ ἔντυχε. ἐπεὶ οὖν ἐνέτυχον τῷ Ἱέρακι δεόμενος τὴν Ἀθηναίδα τὴν καὶ Ἡραίδα μεταπεμφθῆναι …αρ…νο… διὰ τὸ τὴν Δρούσιλλαν …λ…σθαι …φ…υ …εμοι η… …ως ἐντυγχ… …ν… οὐ δυνας… …ην…αταγω…κα… …ἀξιῶ, ἐάν σοι …γράψαι δόξῃ …εμ… …αι το ε…ον …την διαγνω…ρο… …ν τουτέστιν τὴν Ἀθηναίδα τὴν καὶ Ἡραίδα, ὅπως δυνηθῶ διὰ τῆς σῆς προνοίας τῶν δικαίων τυχεῖν· καὶ γὰρ ἐν τούτῳ τῷ πράγματι Ἰουλιανὸς ὁ γενόμενος διοικητὴς …ε ἀπέφηνεν ὅτι· πῶς δύναται, τούτου στρατευομένου ἐνθάδε, τὸ πρᾶγμα ἐπὶ τοὺς τόπους ἀναπεμφθῆναι; ἵνʼ ὦ εὐεργετημένος. …διευτύχει. …λβω…ς τω στρατοπεδάρχη… …ε…υχ…δ…ς…