Ancient Greek
BGU 11 2024
Documentary Papyri, Bgu 11 2024
Not analysed yet
…τ…τιος …ἑκατόνταρχος διαπεμφθεὶς ὑπὸ …ανοῦ Φαύστου ἐπάρχου σπείρης τρίτης Ἰτουραίων σιτολόγοις κώμης Περσεῶν γενήματος ἑνδεκάτου ἔτους διὰ Σαραπίωνος τοῦ καὶ Κοπρῆ χαίρειν. παρέλαβον καὶ μεμέτρημαι παρʼ ὑμῶν τὰς ἐπισταλείσας μοὶ ὑπὸ Κανώπου τοῦ καὶ Ἀσκληπιάδου τοῦ τῆς Ἡρακλείδου μερίδος βασιλικοῦ γραμματέως διαδεχομένου καὶ τὰ κατὰ τὴν στρατηγίαν εἰς τροφὰς κτηνῶν τῆς σπείρης, ἔτι δὲ καὶ ἱππέων ἀπὸ τῶν ἐν Θηβαίδι ἀριθμῶν ἐν τοῖς ἄλλοις ἀναφερομένων, ἀπὸ τῶν διὰ τῆς ἐπιστολῆς τοῦ λαμπροτάτου ἡγεμόνος Κλαυδίου Ἰουλιανοῦ κριθῆς καθαρᾶς ἀδόλου ἀβώλου κεκοσκινευμένης ἀρτάβας τριάκοντα δύο ἥμισυ τρίτον δωδέκατον, γίνονται κριθῆς ἀρτάβαι λβ 𐅵γ ιβ ἐξ ὧν ὑπελογήθησαν ὑπὲρ ἑκατοστῆς α ἡμίσους διαφόρου μέτρου καινοῦ παρὰ τὸ παλαιὸν κριθῆς ἀρτάβαι γ η μη, λοιπαὶ κριθῆς ἀρτάβαι λβ γ ιβ μη α…ρ… μεμέτρημαι …ὡς πρόκειται. ἔτους ιγ Αὐτοκρατόρων Καισάρων Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ Μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Σεβαστῶν καὶ Πουβλίου Σεπτιμίου Γέτα Καίσαρος Σεβαστοῦ Ἁθὺρ ι…