Ancient Greek
BGU 11 2034
Documentary Papyri, Bgu 11 2034
Not analysed yet
Αὐρηλίῳ Ἀμμωνιανῷ καὶ ὡς χρηματίζει παρὰ Αὐρηλίου Ἡρακλείδου Πτολεμαίου τοῦ …ος ἀπὸ ἀμφόδου Βουταφείου. βούλομαι μισθώσασθαι παρὰ σοῦ τὴν ὑπάρχουσάν σοι ἐν τῇ μητροπόλει ἐπʼ ἀμφόδου Διονυσίου Τόπων οἰκίαν καὶ αἴθριον καὶ αὐλὴν εἰς ἔτη ἓξ ἀπὸ τοῦ ὄντος μηνὸς Παῦνι, ἐνοικίου τοῦ παντὸς κατὰ μῆνα ἕκαστον ἀργυρίου δραχμῶν εἴκοσι ἕξ, τῆς προσδεηθείσης ἐπισκευῆς ἢ ἐκ καινῆς ἀνοικοδομῆς οὔσης πρὸς σὲ τὸν κτήτορα Ἀμμώνιον, τῆς δὲ ἐπιμελείας καὶ φροντίδος πρὸς ἐμὲ τὸν μισθούμενον· τὸ δὲ ἐνοίκιον ἀποδώσω …κ…οπ…ραε…α τῇ πέμπτῃ ἀκοιλάντως καὶ μετὰ τὸν χρόνον παραδώσω τὴν οἰκίαν καθαρὰν ἀπὸ πάσης ἀκαθαρσίας σὺν ταῖς ἐφεστώσαις θύραις καὶ κλεισί, ἐὰν φαίνηται μισθῶσαι.