Ancient Greek
BGU 11 2036
Documentary Papyri, Bgu 11 2036
Not analysed yet
ἔτους τρίτου Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρήλιου Ἀντωνίνου Σεβαστοῦ καὶ Αὐτοκράτορος Καίσαρος Λουκίου Αὐρηλίου Οὐήρου Σεβαστοῦ μηνὸς Δύστρου …Τῦβι …ἐν Ἡρακλείᾳ τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Σώτας ο… τοῦ Σαταβοῦτος ἀπὸ κώμης Ἡρακλείας ὡς ἐτῶν λε οὐλὴ πῆχι δεξιῷ Θασῆτι Ἀγχώφεως ὡς ἐτῶν λε οὐλὴ ποδὶ ἀριστερῷ μετὰ κυρίου τοῦ ἀνδρὸς Στοτοήτιος τοῦ Ὥρου ὡς ἐτῶν μ ἀσήμου μεμισθωκέναι αὐτῇ τὸν ὁμολογοῦντα πρὸς μόνον τὸ ἐνεστὸς γ ἔτος Ἀντωνείνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν ἀφʼ ὧν γεωργεῖ περὶ κώμην Ἡρακλείαν δημοσίων ἐδαφῶν ἐν τόπῳ Τβέρβις λεγομένῳ ἀρουρ… σχοινίῳ ἐνενηκονταεξαπήχει εἰς σπορὰν χόρτου κοπῆς καὶ ξηρασίας, καὶ ἀπέχειν ἐκ προδόματος τὴν τῶν ἐκφορίων τιμὴν παραχρῆμα ἐκ πλήρους καὶ βεβαιώσειν τὸν ὁμολογοῦντα περιτ…ου καὶ …