Ancient Greek
BGU 11 2098
Documentary Papyri, Bgu 11 2098
Not analysed yet
Ἀπολλωνίωι καὶ Νικο…ωι βιβλιοφύλαξι ἐνκτήσεων Ἀρσινοείτου παρὰ Ἀπύγχιος τοῦ Τεσενούφιος τοῦ Τεσενούφιος, ἱερέως ἀπὸ τῆς Σοκνοπαίου Νήσου, ἀπογεγραμμένου διʼ ὑμῶν. προσαπογράφομαι ὃ ἠγόρασα παρὰ Τεσενούφιος καὶ Στοτοήτιος, ἀμφοτέρων Τεσενούφιος τοῦ Ὀννώφριος, ἱερέων ἀπὸ τῆς προκειμένης κώμης, ἐν τῇ αὐτῇ κώμῃ ἥμισυ μέρος οἰκίας μονοστέγου καὶ αὐλῆς καθαρὸν ἀπὸ ὀφειλῆς δημοσίας καὶ διεγγυήματος, τιμῆς ἀργυρίου δραχμῶν ἑκατὸν ἑξήκοντα . διὸ ἐπιδίδωμι τὴν προσαπογραφήν. κατακεχώρισται ἔτους β Αὐτοκράτορος …