Ancient Greek
BGU 11 2101
Documentary Papyri, Bgu 11 2101coli
Not analysed yet
Μονίμῳ Γεμέλλῳ βασιλικῷ γραμματεῖ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Πεκύσεως Ὀννώφρεως ἀπὸ κώμης Φιλοπάτορος τῆς καὶ Θεογένους. ἀφʼ ὧν ἐμισθωσάμην τῷ διεληλυθότι ιϛ ἔτει εἰς ἔτη γ περὶ κώμην Κερκεσοῦχα ἀπὸ Καμηλιανῆς οὐσίας ἀρουρῶν ε ἀνὰ πυροῦ ἀρτάβης 𐅵…β τοπ, ὧν ἐν τῷ β τόπῳ ἄρουραι γ γείτονες νότου καὶ λιβὸς καθʼ ὕδατος, βορρᾶ διῶρυξ, ἀπηλιώτου ἐφʼ ὕδωρ ἔδαφος, ἀπογράφομαι αὐτὰς ἐφʼ ὕδωρ εἶναι, τὰς δὲ λοιπὰς ἀρούρας β ἐν σπόρῳ. Πεκῦσις ἐπιδέδωκα· Πτολεμαῖος ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου. ἔτους ιζ Λουκίου Σεπτιμμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Σεβαστῶν