Ancient Greek
BGU 11 2111
Documentary Papyri, Bgu 11 2111
Not analysed yet
ἀντίγραφον χειρογράφου. Πεθεῦς Ἀρτεμιδώρου Πέρσης τῆς ἐπιγονῆς Σοῆρι Πεθέως μετὰ κυρίου τοῦ ἀνδρὸς Ὥρου τοῦ Τ… χαίρειν. ὁμολογῶ ἔχειν παρὰ σοῦ παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου κεφαλαίου δραχμὰς διακοσίας ἀρραβῶνα ἀναπόριφον ἀπὸ ἀργυρίου δραχμῶν ἑπτακοσίων τῆς συνπεφωνημένης τιμῆς τῆς ὑπαρχούσης μοι ὠνητῆς παρὰ Ἥρωνος τοῦ Ἥρωνος δούλης Θερμουθαρίου ὡς ἐτῶν εἴκοσι τεσσάρων ,οὐλὴ μήλῳ ἐξ ἀριστερῶν, ταύτην τοιαύτην ἀναπόριφον πλὴν ἐπαφῆς καὶ ἱερᾶς νόσου, καὶ ἐπάναγκον ἕως τῆς ἑπτακαιδεκάτης τοῦ Ἐπεὶφ μηνὸς τοῦ ἐνεστῶτος …ἔτους …α…αν…οφ… …υδ… και ειδι… …οικε…