Ancient Greek
BGU 11 2123
Documentary Papyri, Bgu 11 2123
Not analysed yet
Πτολεμαίωι πρ…μαρ… παρὰ Πτολεμαίου νεωτέρου ὁμοπατρίου καὶ ὁμομητρίου ἀδελφοῦ. βούλομαι μισθώσασθαι παρὰ σοῦ πρὸς μόνον τὸ ἐνεστὸς πέμπτον ἔτος Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ τὰς ἐπʼ ὀνόματος σοῦ …α…ας περὶ Ψεναρψενῆσιν ἐν λιμ… ἐπιβολῆς κώμης ἀρούρας δύο ἢ ὅσας ἐὰν ὦσι ἐν μιᾷ σφραγῖδι …αντο…ας διώρυγει Ταραιτι λεγομένῃ εἰς λαχάνου σποράν, ἐκφορίου τοῦ παντός, σὺν ὧι λήψομαι παρὰ σοῦ σπερμάτων λαχανοσπέρμου ἀρτάβης ἡμίσει ,τῶν ὅλων ἀρουρῶν δύο λαχανοσπέρμου ἀρταβῶν δέκα μέτρωι ἑξαχοινίκωι ἑρμηνέως …καὶ ἐπιτελέσω τὰ καθήκοντα γεωργικὰ ἔργα πάντα καὶ βοτανισμοὺς καὶ σιφωνολογίας, καὶ τὰ ἐκφόρια ἀποδώσω …αυ…α …α καθαρὰ καὶ ἄδολα …ι βεβα… μο… δημοσίων …φορέτρων …αντο… …ο… Πτολεμαῖς νεώτερος …Πέρσης τῆς ἐπιγονῆς μεμίσθωμαι τὰς τοῦ …τερ… …ἀρούρας δύο …τ… …καθὼς πρόκιται. ἔτους ε Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ, Φαῶφι β …