Ancient Greek
BGU 11 2129
Documentary Papyri, Bgu 11 2129
Not analysed yet
Ἀγριπ…ς Ἀγριππιανῷ τῶι ἀδελφῶι χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν μετὰ τῶν σῶν πάντων, καὶ ἐγὼ αὐτὸς ἔρρωμαι. ἐξελθὼν ἀφʼ ὑμῶν πολλὰ ἐδίωξα θέλων καταλαβεῖν τὸ πλοῖόν μου ἵνα πέμψω ὑμῖν τὸ περὶ τῶν οὐετρανῶν, καὶ οὐ κατέλαβον· ἄρτι δὲ εὑρὼν γὰρ τὸν ἀνερχόμενον πρὸς ὑμᾶς ἔπεμψα τὸ πρόσταγμα τὸ τοῦ …ρίου καὶ τὸ ἀναφόριον τὸ δοθὲν …τῶν ἐν Ἀρσινοίτῃ οὐετρανῶν. διὸ καλῶς ποιήσεις, ἄδελφε, φανερὸν πᾶσι τοῖς φίλοις ποιήσας ἵνα μὴ φανώμεθα ἀγνώμονες περὶ τοῦ ἐπιστρατήγου ὡς εἶπον σοὶ κατελ… τον ἐξερχομένου αὐτοῦ …ουμ… οὐδὲν ποιήσεις. ἀσπάζου Ἀγριππῖνον καὶ τὴν μικράν σου. ἔρρωσό μοι, τιμιώτατε ἄδελφε. Ἀγριππιανῶι …οὐετρανῶι.