Ancient Greek
BGU 12 2149
Documentary Papyri, Bgu 12 2149
Not analysed yet
…χμγ μετὰ τὴν ὑπατείαν Φλαυίων Ζήνωνος καὶ Μαρκιανοῦ …τῶν λαμπροτάτων, Θὼθ κβ, θ ἰνδικτίονος. Αὐρηλίᾳ Κύρᾳ τῇ εὐγενεστάτῃ θυγατρὶ τοῦ τῆς μακαρίας μνήμης Ἀβρααμίου ἀπὸ τῆς Ἑρμουπολιτῶν παρὰ Αὐρηλίου Σαραπίωνος Πεκυσίου μητρὸς Νόννας γεωργοῦ ἀπὸ τῆς αὐτῆς πόλεως. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρά σου ἐφʼ ὃν βούλει χρόνον ἀπὸ καρπῶν τῆς εὐτυχοῦς δεκάτης ἰνδικτίονος τὰς ὑπαρχούσας σοι ἀρούρας τρεῖς ἐν τῷ ἀπηλιώτῃ τῆς πόλεως, νότου Ἁθέριος Βρέκων, βορρᾶ ……τῆς ἁγίας Ἄμα Εὐφημίας ἐν τῇ Κλεοπατρίδι, ἀπηλιώτου γῄδια Μελᾶτος, λιβὸς γῄδια Μακαρίου Τεύκους, εἰς σπορὰν καὶ κατάθεσιν ὧν ἐὰν αἱρῶμαι, φόρου τούτων ἀποτάκτου κατʼ ἔτος σίτου ἀρταβῶν δώδεκα καὶ φασήλου ἀρταβῶν πέντε καὶ ἄρακος ἀρταβῶν πέντε καὶ φακοῦ ἀρτάβης μιᾶς ἡμίσους ,ὅνπερ φόρον μετρήσω καὶ ἀποδώσω σοι τῷ Ἐπείφι μηνὶ κατʼ ἔτος ἀνυπερθέτως νέον καθαρὸν κεκοσκινευμένον μέτρῳ Ἀθηναίῳ καθιστανόμενον εἰς οἶκόν σου ἐν τῇ αὐτῇ πόλει ἰδίοις μου ζῴοις· ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Σαραπίων Πεκυσίου ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται. Αὐρήλιος Θεοφάνης Φοιβάμμωνος ἀπὸ Ἑρμουπόλεως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. διʼ ἐμοῦ Φοιβάμμωνος ἐγράφη, …μίσθωσις Σαραπίωνος ἀπὸ Ἑρμουπόλεως, …