Ancient Greek
BGU 12 2151
Documentary Papyri, Bgu 12 2151
Not analysed yet
μετὰ τὴν ὑπατείαν τοῦ τῆς θείας λήξεως Νέου Λέοντος τὸ α, Φαῶφι κβ, ιε ἰνδικτίονος …Φ…τ…τῷ αἰδεσίμῳ σκρινιαρίῳ τῆς κατὰ Θηβαίδα …στρατιωτικῆς τάξεως παρὰ Αὐρηλίων Θεοδώρου Ἰωάννου μητρὸς Σοφίας καὶ τοῦ τούτου ὁμογνησίου ἀδελφοῦ Σόιτος ἀμφοτέρων τῶν γονέων ἀμφοτέρων, γεωργῶν ἀπὸ τῆς αὐτῆς πόλεως. ὁμολογοῦμεν ἀλληλέγγυοι ὄντες καὶ ἀλληλανάδοχοι …ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ τῆς σῆς θαυμασιότητος …ἐπὶ ἑξαετῆ χρόνον ἀπὸ καρπῶν τῆς εὐτυχοῦς εἰσιούσης πρώτης ἰνδικτίονος …τὰς ὑπαρχούσας τῇ σῇ θαυμασιότητι ἀρούρας δεκαοκτὼ διακειμένας ἐν ……τῆς αὐτῆς πόλεως ἐν δυσὶ τοποθεσίαις, ἐν μὲν μιᾷ τοποθεσίᾳ πρὸς τῷ γεωργίῳ καλουμένῳ Πα…αμ… ἀρούρας δώδεκα ,ἐν δὲ τῇ ἄλλῃ τοποθεσίᾳ ἐξ ἀπηλιώτου τοῦ καλουμένου …ο… τὰς ὑπολοίπους ἀρούρας …εἰς σπορὰν ὧν ἐὰν αἱρώμεθα, φόρου τοῦ πρὸς ἀλλήλους συμπεφωνημένου τούτων ἀποτάκτου κατʼ ἔτος χρυσοῦ νομισματίων δεσποτικῶν δοκίμων ἀριθμῷ δεκατεσσάρων παρὰ κεράτια εἰκοσιοκτὼ τῷ δημοσίῳ ζυγῷ τῆς αὐτῆς πόλεως, γίνεται χρυσοῦ νομισμάτια ιδ παρὰ κεράτια κη, ὅνπερ χρυσικὸν φόρον ἀποδώσομεν ἐξ ἀλληλεγγύης τῷ Φαῶφι μηνὶ ἑκάστου ἐνιαυτοῦ κατʼ ἔτος, παρέξομεν δὲ πρὸς τῷ προκειμένῳ χρυσικῷ φόρῳ φακοῦ ἀρτάβας τέσσαρας καὶ ἀχύρου ἀρακίνου ἀρτάβας δεκαέξ · ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρήλιοι Θεόδωρος Ἰωάννου καὶ ὁ τούτου ἀδελφὸς Σόις οἱ προκείμενοι μεμισθώμεθα ἐξ ἀλληλεγγύης ὡς πρόκειται. Αὐρήλιος Ταυρῖνος Ἀσημίου ἀπὸ Ἑρμουπόλεως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων. ἐμ…φιβι…- διάκονος ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τῶν θεμένων Αὐρήλιος Θεοφ…νου ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τῶν …μένων. Αὐρήλιος …στίωνος ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τῶν θεμένων… …β…ς…νος ἐγράφη …