Ancient Greek
BGU 12 2155
Documentary Papyri, Bgu 12 2155
Not analysed yet
ὑπατείας Φλαυίου Βασιλείου τοῦ λαμπροτάτου, Φαῶφι κα, ε ἰνδικτίονος. Φλαυίῳ Ἰωάννῃ αἰδεσίμῳ σκρινιαρίῳ τῆς κατὰ Θηβαίδα στρατιωτικῆς τάξεως υἱῷ τοῦ τῆς ἀρίστης μνήμης Ταυρίνου ἀπὸ τῆς Ἑρμουπολιτῶν παρὰ Αὐρηλίων Ἡρακλείδου Πινουτίωνος μητρὸς …σίας καὶ Βίκτορος ὁμογνησίου ἀδελφοῦ ἐκ τῶν αὐτῶν γονέων ἀμφοτέρων ἀπὸ κώμης …τοῦ Ἑρμουπολίτου νομοῦ. ὁμολογοῦμεν ἀλληλέγγυοι ὄντες ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ τῆς σῆς ἀρετῆς ἐπὶ ἑπταετῆ χρόνον ἀπὸ καρπῶν τῆς εὐτυχοῦς ἕκτης ἰνδικτίονος τὰς ὑπαρχούσας τῇ σῇ θαυμασιότητι ἀρούρας ὀκτὼ διακειμένας ἐν τῷ ἕλει τῆς αὐτῆς κώμης …τ…σε…εν ἑνὶ τόπῳ ἀρούρας τέσσαρας ,ἐν δὲ ἄλλῳ τόπῳ ἄλλας ἀρούρας δύο ,ἐν δὲ τρίτῳ τόπῳ τὰς λοιπὰς ἀρούρας δύο ,εἰς σπορὰν καὶ κατάθεσιν ὧν ἐὰν αἱρώμεθα γενημάτων, φόρου τούτων ἀποτάκτου κατʼ ἔτος χρυσοῦ νομισματίων δεσποτικῶν δοκίμων ἓξ παρὰ κεράτια …α τῷ ζυγῷ δημοσίῳ τῆς αὐτῆς πόλεως, ὅνπερ χρυσικὸν φόρον ἀποδώσομεν τῇ σῇ ἀρετῇ τῷ Παῦνι μηνὶ ἑκάστου ἔτους ἀνυπερθέτως. τὸ γράμμα τῆς μισθώσεως κύριον καὶ βέβαιον καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρήλιοι Ἡρακλείδης Πινουτίωνος καὶ Βίκτωρ ἀδελφὸς οἱ προκείμενοι μεμισθώμεθα ἐξ ἀλληλεγγύης ὡς πρόκειται. Αὐρήλιος Ἀφοῦς Ὥρου ἀπὸ Ἑρμουπόλεως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων. …δώρου ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ μισθωσαμένου. …ς Διδύμου ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τῶν μισθωσαμένων. …υ ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τῶν μισθωσαμένων. …διʼ ἐμοῦ Σαραπίωνος ἐγράφη …