Ancient Greek
BGU 12 2158
Documentary Papyri, Bgu 12 2158
Not analysed yet
……καὶ τὸ ἐπιβάλλον σοι τρίτον μέρος τῶν ὄντων ἐκεῖ φυτῶν τουτέστιν ἀκανθεῶν καὶ ἐλαώνων καὶ φοινίκων καὶ οὕτως παρασχεῖν ὑπὲρ φόρου ἑκάστου φοίνικος θηλυικοῦ βαλλομένου καρπὸν ἀπὸ τριῶν θαλλουμένου ἀργυρίου τάλαντα χίλια καὶ τρίτον μέρος ἀπὸ τοῦ καρποῦ τῶν ἐλαώνων κατὰ κοινωνίαν τοῦ σοῦ ἀδελφοῦ Σαραποδώρου εἰς συμπλήρωσιν τῶν αὐτῶν ἀρουρῶν καὶ τῶν φυτῶν εἰς τὸ κατʼ αὐτὸν δίμοιρον μέρος· ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Φλάυιος Ἰων… Πέτρου ὁ προκείμενος ἀπὸ Ἑρμουπόλεως μεμίσθωμαι ὡς πρόκειται. …Ἰωάννης Ἀνδρέου ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου Αὐρήλιος Κολλ… τα… Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. Αὐρήλιος Διονύσιος Σαραπίωνος ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου διʼ ἐμοῦ Ἀφοῦτος ἐγράφη κύριε βοήθει …ου τῆς Ἑρμουπολιτῶν