Ancient Greek
BGU 12 2160
Documentary Papyri, Bgu 12 2160
Not analysed yet
μετὰ τὴν ὑπατείαν Φλαυίου Λογγίνου τοῦ λαμπροτάτου, Θὼθ κδ, ιβ ἰνδικτίονος. Φλαουίῳ Ἰωάννῃ Ταυρίνου αἰδεσίμῳ ἀπὸ πριμικηρίων ἀριθμοῦ τῶν ἐπὶ τῆς Ἑρμουπολιτῶν καθιδρυμένων γενναιοτάτων Μαύρων παρὰ Αὐρηλίου Βίκτορος Φοιβάμμωνος μητρὸς Θαήσιος ἀπὸ κώμης Τέρτον Κανᾶ τοῦ Ἑρμουπολίτου νομοῦ. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ τῆς σῆς αἰδεσιμότητος ἐπὶ τριετῆ χρόνον ἀπὸ καρπῶν τῆς εὐτυχοῦς εἰσιούσης τρεισκαιδεκάτης ἰνδικτίονος τὴν ὑπάρχουσαν αὐτῇ ἄρουραν μίαν χερσαμπέλου σὺν ἡμίσει μέρει τοῦ ἐκεῖσε λάκκου, διακειμένην ἐν πεδιάδι τῆς αὐτῆς κώμης, πρὸς ὑδροπαροχίαν διʼ ἡμετέρων …μίσθωσις Βίκτορος Φοιβάμμωνος