Ancient Greek
BGU 12 2162
Documentary Papyri, Bgu 12 2162
Not analysed yet
μετὰ τὴν ὑπατείαν Φλαυίου Λογγίνου λαμπροτάτου τὸ β, Μεχεὶρ κϛ, ιδ ἰνδικτίονος. Φλαυίῳ Ταυρίνῳ Ἰωάννου τῷ καθοσιωμένῳ ἀπὸ κομμενταρησίων …ης στρατιωτικῆς τάξεως τοῦ Θηβαικοῦ λιμίτου παρὰ Φοιβάμμωνος Πεκυσίου μητρὸς Ταπίας …ἀπὸ κώμης Τλήθμεως τοῦ Ἑρμουπολίτου νομοῦ. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ τῆς σῆς θαυμασιότητος ἐφʼ ὃν ἐὰν βουληθῇς χρόνον λογιζόμενον ἀπὸ …της τοῦ παρελθόντος μηνὸς Τῦβι τῆς παρούσης τεσσαρεσκαιδεκάτης ἰνδικτίονος τὴν ὑπάρχουσαν τῇ σῇ ἀρετῇ οἰκίαν ὁλόκληρον οἵας ἐστὶν διαθέσεως μονόστεγον σὺν ……καὶ αὐλῇ ἐκτὸς τῆς αὐτῆς οἰκίας σὺν χρηστηρίοις ……πᾶσι, διακειμένην ἐπʼ ἀμφόδου Φρουρίου λιβὸς πρὸς χρῆσιν ἐμὴν καὶ οἴκησιν, ἐνοικίου καθʼ ἕκαστον ἔτος …κοῦ σοῦ ἀνεψιοῦ …χρυσοῦ νομισματίου ἑνὸς ἡμίσους παρὰ κεράτια τρία ζυγῷ τῆς αὐτῆς πόλεως καὶ ἀργυρίου μυριάδων τετρακισχιλίων πεντακοσίων ,ὅπερ ἐνοίκιον ἀποδώσω σοι πρὸς λῆξιν ἑκάστου ἔτους …