Ancient Greek
BGU 12 2173
Documentary Papyri, Bgu 12 2173
Not analysed yet
Κῦρος ἐντολεὺς Εὐχαριστίας τῆς κοσμιωτάτης Θεοδώρῳ ἀπὸ Ἑρμουπόλεως. αἰτίασιν ἀποθεμένη ἡ ἐμὲ προβαλομένη κοσμιωτάτη Εὐχαριστία ἐν τῷ προσφόρῳ πολιτικῷ δικαστηρίῳ κατὰ φανερῶν ὑπευθύνων καὶ σοῦ μνήμην ἐποιήσατο ὡς ἐνεχομένου αὐτῇ ἐπὶ διαφόροις κεφαλαίοις· ὥστε τοίνυν μὴ ἀγνοεῖν σε τὴν αἰτίαν τῆς κατὰ σοῦ μέμψεως, ἴσθι ὡς ἐνάγει σοι κατὰ βίαν ἐπελθόντι καὶ κατεσχηκότι οἰκίαν διακειμένην ἐπὶ τῆς Ἑρμουπολιτῶν ἐν ᾗ τὰ νῦν παρὰ τοὺς νόμους καὶ βιαίως οἰκεῖς, ἐν ᾗ ἀπέκειτο διάφορα κινητὰ πράγματα, καὶ ταῦτα ἀπε…κότι καὶ Βασιλείδην καὶ Βίκτορα ἀδελφὸν καὶ Ἀθανάσιον καὶ Λεόντιον καὶ Μηνᾶν καὶ Φοιβάμμωνα καὶ Μηνᾶν ἕτερον τοὺς παῖδας· ἐπιζητεῖ τοίνυν πρός σε τὸ ἐπιβάλλον αὐτῇ ἐκ τῆς αὐτῆς οἰκίας καὶ τῶν σκεύων καὶ α…ν τέταρτον μέρος κεχρεωστημένων αὐτῇ ἐκ προσώπου Θεονίλλας τῆς μακαριωτάτης μάμμης γεγονυίας αὐτῆς κατὰ πατέρα, καὶ ἡ μὲν αἰτία αὕτη· ὁρίζομαι δὲ ἀγωγὴν ἐπὶ τούτοις· r…c familie ercescunde δικαστήριον· ἔτι ἐνάγει σοι …τουσα σὲ εἰς …ρεσιν ἐλθεῖν κτήματος λεγομένου Λεβουσὼ διακειμένου ἐν πεδιάδι κώμης Ἐνσεῦ κεχρεωστημένου …κατὰ τὸ ἥμισυ μέρος ἐπιβάλλει αὐτῇ οὕτως· ἐκ μὲν πατρῴας αὐτῆς διαδοχῆς μέρος ἕκτον, ἐκ δὲ προσώπου τοῦ μακαριωτάτου Σαραποδώρου ἀδελφοῦ αὐτῆς γεγονότος τὸ ὑπόλοιπον μέρος τρίτον, καὶ ὁρίζεται ἐπὶ τούτῳ ἀγωγὴν Comoti dibitonti, κωλυόμενος ἑτέραις χρήσασθαι ἀγωγαῖς καὶ ἕτερόν σοι διαπέμψασθαι βιβλίον εἰ χρεία γένοιτο· ἐφύλαξεν δὲ ἑαυτῇ κατὰ σοῦ ἡ ἐμὲ προβαλομένη ἐκ τῆς αὐτῆς ἐντεύξεως ἕτερα κεφάλαια ἀκέραια χρηματικά τε καὶ ἐγκληματικὰ καὶ ἑτέρας ἀγωγὰς καὶ πάντως ἁρμόττοντα αὐτῇ κατηγορικὸν λόγον καὶ ἐκ τῶν προειρημένων προφάσεων. …μετὰ τὴν ὑπατείαν τοῦ δεσπότου ἡμῶν Φλαυίου Ἀναστασίου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος τὸ β Φαρμοῦθι ϛ ἰνδικτίονος.