Ancient Greek
BGU 12 2175
Documentary Papyri, Bgu 12 2175
Not analysed yet
…κωι… ἐπιμέλειαν καὶ καλλιεργίαν καὶ φιλοκαλίαν ἐφʼ ᾧτε τὴν σὴν εὐλάβειαν δέξασθαι ἥμισυ μέρος παντὸς τοῦ ἐκβησομένου καὶ ἀπὸ τοῦ κοινοῦ πίθου οἴνου κνίδια ἑβδομήκοντα τῷ σῷ χαλκῷ καὶ δὴ καὶ ἐμὲ μετὰ τοῦ ὑδροπαρόχου δέξασθαι τὸ ἄλλο ἥμισυ μέρος ἀνθʼ ὧν ποιούμεθα καμάτων· σκάψω δὲ τὸ αὐτὸ χωρίον τέταρτον κατʼ ἔτος· δώσω δὲ κατʼ ἔτος ἐν καιρῷ τρύγης δελφάκιον ἄξιον ἀργυρίου ταλάντων ἑξακισχιλίων καὶ πινάκιον μεστὸν διαφόρων βρωμάτων ἤγουν ἄξιον ἀργυρίου ταλάντων ἑξακισχιλίων καὶ ὀψαρίου λίτρας πέντε καὶ ἐλαίου ῤαφανίνου ξέστην ἕνα καὶ ἄρτων ἁπαλῶν ζεύγη πεντήκοντα καὶ οἴνου παλαιοῦ διπλοῦν ἓν καὶ ξηροσταφίδων ἀρτάβης δωδέκατον ἀνυπερθέτως· ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Σερῆνος Σοίτος ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται. Αὐρήλιος Ταυρῖνος Κύρου ἀπὸ Ἑρμουπόλεως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος Φοιβάμμων Στεφάνου αδικ ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου Αὐρήλιος Φοιβάμμων Ἰσακίου ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. διʼ ἐμοῦ Φοιβάμμωνος ἐγράφη …Φβῦ τοῦ …