Ancient Greek
BGU 12 2181
Documentary Papyri, Bgu 12 2181
Not analysed yet
μετὰ τὴν ὑπατείαν Φλαυίων …καὶ Βεναντίου τῶν λαμπροτάτων …Ἐπεὶφ… δευτέρας ἰνδικτίονος. Αὐρηλίᾳ Κύρᾳ τῇ καὶ Εὐστοργίᾳ τῇ εὐγενεστάτῃ θυγατρὶ τοῦ τῆς ἀρίστης μνήμης Ἀβρααμίου ἀπὸ τῆς Ἑρμουπολιτῶν παρὰ Αὐρηλίου Ἀπλοῦτος Σερήνου μητρὸς …ἀπὸ κώμης Ψελαμύνθεως τοῦ Ἑρμουπολίτου νομοῦ. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ τῆς σῆς εὐγενείας ἐφʼ ὅσον χρόνον διακατέχεις τὴν γενομένην εἰς τὴν σὴν εὐγένειαν παρὰ Ἀρχοντίας Ἀμίνου ἀπὸ τῆς αὐτῆς Ἑρμουπολιτῶν ἀπὸ καρπῶν τῆς σὺν θεῷ τρίτης ἰνδικτίονος τὰς ὑποτεθείσας τῇ σῇ εὐγενείᾳ παρὰ τῆς αὐτῆς εὐγενεστάτης Ἀρχοντίας ἀρούρας ἑπτὰ ἀνύδρους διακειμένας ἐν πεδιάδι τῆς αὐτῆς κώμης εἰς σπορὰν καὶ κατάθεσιν ὧν ἐὰν αἱρῶμαι γενημάτων, φόρου τούτων ἀποτάκτου κατʼ ἔτος σίτου ἀρταβῶν τριάκοντα καὶ κριθῶν ἀρταβῶν ἕξ ,ὅνπερ φόρον νέον καθαρὸν κεκοσκινευμένον μέτρῳ Ἀθηναίῳ ἀποδώσω καὶ μετρήσω τῇ σῇ εὐγενείᾳ τῷ Ἐπεὶφ μηνὶ ἑκάστου ἔτους ἀνυπερθέτως· ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἀπλοῦς Σερήνου ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται. Ἰωάννης διάκονος ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος Αὐρήλιος Ἰωάννης Ἀνδρονίκου ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. Αὐρήλιος Ἀντώνιος Ταυρίνου ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου …Ἑρμίνου ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. …διʼ ἐμοῦ Ἰωάννου ἐγράφη #328