Ancient Greek
BGU 12 2197
Documentary Papyri, Bgu 12 2197
Not analysed yet
……οι… βραδέως ὑπογράφων ἀπὸ τῆς Ἑρμουπολιτῶν Φλαυίῳ …τῷ καθοσιωμένῳ πριμικηρίῳ …ρου…των καθοσιωμένων …Νουμίδων Ἰουστινιανῶν χαίρειν. ὁμολογῶ ἔχειν και μεμετρῆσθαι παρά σου …ας κεφαλαίου σὺν τόκῳ ἕκτῳ κριθῶν ἀρτάβας εἴκοσι μίαν, γίνονται κριθῆς ἀρτάβαι κα, ἥνπερ ἑτοίμως ἔχω ἀποδιδόναι σοι ἐν τῷ Ἐπεὶφ μηνὶ τῆς σὺν θεῷ εἰσιούσης δευτέρας ἰνδικτίονος χωρὶς ὑπερθέσεως καὶ ἀντιλογίας καὶ κρίσεως καὶ δίκης, ἐν κριθῇ νέᾳ καθαρᾷ κεκοσκινευμένῃ μέτρῳ ᾧ καὶ μεμέτρημαι α…ς …νκ…ν ταύτην τὴν κριθὴν εἰς οἴκον σου ἐν τῇ αὐτῇ πόλει ἰδίοις μου ζῴοις ἔνθα καὶ παρείληφα, ὑποκειμένων σοι εἰς τοῦτο τὸ γραμματεῖον πάντων μου τῶν ὑπαρχόντων καὶ ὑπαρξόντων …πραγμάτων καθάπερ ἐκ δίκης· τὸ γραμματεῖον τοῦτο κύριον καὶ βέβαιον καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρηλι …ε…ου ὁ προκείμενος στοιχεῖ …