Ancient Greek
BGU 12 2205
Documentary Papyri, Bgu 12 2205
Not analysed yet
βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Μαυρικίου Τιβερίου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους …ἐνάτου, …ὀγδόῃ, ἀρχῇ ἐννάτης ἰνδικτίονος. Αὐρήλιος Ἀβραάμιος υἱὸς Βίκτορος μητρὸς Εἰρήνης κεραμοπλάστης ἀπὸ ἐποικίου Μουγκανὶ πεδίων κώμης Ἐνσεῦ τοῦ Ἑρμουπολίτου νομοῦ Φλαυίῳ Φοιβάμμωνι υἱῷ τοῦ τῆς μακαρίας μνήμης Ἰωάννου ἀπὸ τῆς Ἑρμουπολιτῶν χαίρειν· ὁμολογῶ ἐσχηκέναι καὶ πεπληρῶσθαι παρά σου τῆς τελείας καὶ ἀξίας τιμῆς κούφων νέων πεπισσωμένων μεγάλων ἀγγείων χιλίων… κοσίων χωρούντων ἑκάστου ἀγγεῖα τεσσαρ …αι μεγάλα κοῦφα ἓξ καὶ κοῦρι ἕξ, γίνεται κοῦφα μεγάλα ϛ κ… …κοῦρι ϛ α… τὰ κοῦφα ὁμολογῶ ἀποδοῦναί σοι ἐν τῷ Ἐπεὶφ μηνὶ καιρῷ τῆς ὀπτήσεως τῶν κούφων τῆς αὐτῆς ἐννάτης ἰνδικτίονος ἐν κούφοις νέοις …εὐαρέστοις πεπισσωμένοις …αστοις καὶ ἀθεαφθείοις …τα…ια ἐξ αὐτῶν ……κοῦφα μεγάλα ἀγγεῖα ιε…