Ancient Greek
BGU 12 2208
Documentary Papyri, Bgu 12 2208
Not analysed yet
ἐν ὀνόματι τῆς ἁγίας καὶ ζωοποιοῦ καὶ ὁμοουσίου τριάδος πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Ἡρακλείου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους τετάρτου, Φαῶφι ἑνδεκάτῃ, τρίτης ἰνδικτίονος. Αὐρήλιος Πέτρος υἱὸς Παύλου ἐκ μητρὸς Ἀγνοίας ἀμπελουργὸς ἀπὸ ἐποικίου Ταναμηυ τοῦ Ἑρμουπολίτου νομοῦ Φλαυίῳ Βίκτορι τῷ εὐδοκιμωτάτῳ υἱῷ τοῦ τῆς ἀρίστης μνήμης Κύρου ἀπὸ τῆς Ἑρμουπολιτῶν χαίρειν. ὁμολογῶ ἐσχηκέναι καὶ πεπληρῶσθαι παρά σου τῆς τελείας καὶ ἀξίας τιμῆς καλάμων δεμάτων ἑκατὸν τριάκοντα τεσσάρων, γίνεται καλάμων δέματα ρλδ, οὕσπερ παρέξω σοι ἐν τῷ Μεχεὶρ μηνὶ τῆς παρούσης τρίτης ἰνδικτίονος ἐν καλάμοις νέοις καλοῖς …κ…οις καὶ ἐκλέκτοις, ἀπὸ μὲν τῶν …ων καλάμων …ἑκάστου δέματος, ἀπὸ δὲ τῶν πτυχίων καλάμων …ἀπροφασίστως· εἰ δὲ μὴ δώσω τοὺς αὐτοὺς καλάμους ἐν τῇ αὐτῇ προθεσμίᾳ, παρέξω σοι ὑπὲρ τῆς αὐτῶν τιμῆς χρυσοῦ νομισμάτια τέσσερα κινδύνῳ ἐμῷ καὶ πόρῳ τῆς ἐμῆς παντοίας ὑποστάσεως· τὸ παρὸν γραμματεῖον κύριον καὶ βέβαιον, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Πέτρος Παύλου ὁ προκείμενος ἐθέμην τοῦτο τὸ γραμματεῖον ὡς πρόκειται. Αὐρήλιος Κα… …ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. …κουθος Ἀπολλῶτος αναγνωστωστ… ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῷ γραμματείῳ ἀκούσας παρὰ τοῦ θεμένου. Αὐρήλιος Ἰωσῆφις ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῷ γραμματείῳ ἀκούσας παρὰ τοῦ θεμένου. διʼ ἐμοῦ …ἐγράφη ϛϛϛ χειρόγραφον καλάμων δεμάτων ρλδ γενόμενον παρὰ Πέτρου …