Ancient Greek
BGU 13 2216
Documentary Papyri, Bgu 13 2216
Not analysed yet
…ρθαι… …Ἁρπαγάθην καὶ Ἀνχῶφιν καὶ Στοτοῆτιν υἱοὺς ἑαυ Πακύσιος Σαταβοῦτος προσαγαγόντος υἱοδι… περιτεμεῖν αὐτοὺς διὰ τὸ παρατεθεῖσθαι τὰς τοῦ γένους αὐτῶν ἀποδείξεις τῷ τοῦ νομοῦ …στρατηγῷ …καὶ ἀναγνωσθείσης τῆς ἐπιστολῆς Θεοδώρου στρατηγοῦ Ἀρσινοίτου Ἡρακλείδου μερίδος διὰ Πτολεμαίου βασιλικοῦ γραμματέως Θεμίστου οὕτως ἐχούσης· διαδεχομένου καὶ τὰ κατὰ τὴν στρατηγίαν …Θεόδωρος στρατηγὸς Ἀρσινοίτου Ἡρακλείδου μερίδος διὰ Πτολεμαίου γραμματέως βασιλικοῦ Θεμίστου μερίδος διαδεχομένου τὰ κατὰ τὴν στρατηγίαν Κλαυδίῳ Ἀγαθοκλεῖ τῷ τιμιωτάτῳ χαίρειν· Πακῦσις Σαταβοῦτος τοῦ …ανεφρεμμε …Σαταβοῦτος ἱερεὺς τρίτης φυλῆς τῆς Σοκνοπαίου θεοῦ μεγάλου μεγάλου καὶ τῶν συννάων θεῶν ἱεροῦ λογίμου τοῦ ὄντος ἐν κώμῃ Σοκνοπαίου Νήσου ἐπέδωκέ μοι βιβλίδιον βουλόμενος ἱερατικῶς περιτεμεῖν υἱοὺς ἑαυτοῦ Ἁρπαγάθην καὶ Ἀνχῶφιν καὶ Στοτοῆτιν ἐκ μητρὸς Θασῆτος τῆς Ἁρπαγάθου …θ… αὐτῶν …καὶ εἰς ἀπόδειξιν τοῦ εἶναι ἱερατικοῦ γένους διὰ τακτοῦ παρέθετο ἀντίγραφον κατʼ οἰκίαν ἀπογραφῆς θ ἔτους Ἀντωνείνου τοῦ κυρίου καὶ εἰκονίσατο …ἔτει Θεοῦ Ἁδριανοῦ ἐπὶ τῆς γραφῆς τῶν τοῦ νομοῦ δημοσίων λόγων βιβλιοφυλάκων …ἀντίγραφον κολλήματος ἐπιγεννήσεως τῶν παίδων συνθεμένων ἐπὶ ταῖς ἀποδείξεσιν Πετοσούχου τοῦ καὶ Πτολεμαίου Ὀννώφρεως στολιστοῦ Σούχου θεοῦ μεγάλου μεγάλου καὶ τῶν συννάων θεῶν καὶ διαδόχου προφητείας τῶν ἐν Ἀρσινοίτῃ θεῶν …Πανεφρέμμεως τοῦ Ὥρου καὶ Σαταβοῦτος Ὥρου τοῦ Σαταβοῦτος καὶ …τοῦ Ἀνχώφεως καὶ Τεσενούφεως Τεσενούφεως καὶ Ἁρπαγάθου …τῶν …β ἱερέων τῆς κώμης· γράφω σοι, τιμιώτατε, παραγγείλας τῷ Πακύσι ἥκειν μετὰ τῶν παίδων· εἰσὶν μέντοι πρὸς τὸ ἐνεστὸς ιθ ἔτος τοῦ κυρίου ἡμῶν Ἀντωνείνου Καίσαρος κατὰ τὴν ὡς πρόκειται γενομένην αὐτῶν ἐπιγέννησιν ὁ μὲν Ἁρπαγάθης ἐτῶν η, ὁ δὲ Ἀνχῶφις ἐτῶν ε, ὁ δὲ Στοτοῆτις ἐτῶν β· ἐρρῶσθαί σε εὔχομαι, τιμιώτατε· ἔτους ιθ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Φαμενὼθ …μετὰ τὴν ἀνάγνωσιν Ἀγαθοκλῆς ἐπύθετο, εἴ τινα σημεῖα ἔχουσιν οἱ παῖδες ἐπὶ τοῦ σώματος· Ἀμούνιος ἱερογραμματέως εἰπόντος ἀσήμους αὐτοὺς εἶναι, Κλαύδιος Ἀγαθοκλῆς ὁ ἀρχιερεὺς καὶ ἐπὶ τῶν ἐν Αἰγύπτῳ ἱερῶν παρασημειωσάμενος τὴν ἐπιστολὴν τῷ Πακύσι εἶπεν· δύνανται καθʼ ἃ ἀξιοῖς οἱ υἱοί σου Ἁρπαγάθης καὶ Ἀνχῶφις καὶ Στοτοῆτις περιτμηθῆναι κατὰ τὸ ἔθος· …