Ancient Greek
BGU 13 2234 col. 2
Documentary Papyri, Bgu 13 2234colii
Not analysed yet
πε Αὐρηλίῳ Οὐρίωνι τῷ καὶ Ξενοφῶντι βασιλικῷ γραμματεῖ Ὀξυρυγχείτου παρὰ Αὐρηλίας Ἀνουβαρίου Ἑρμανούβιδος μητρὸς Ἀπολλωνίας ἀπὸ πόλεως Εὐεργέτιδος· ἀπογράφομαι κατὰ τὰ κελευσθέντα τὰς ὑπαρχούσας μοι περὶ τὸ Σατύρου ἐποίκιον τοῦ αὐτοῦ Ὀξυρυγχείτου νομοῦ πρότερον Ἀπολλοφάνους Διοφάντου ἐκ τοῦ Ἀλεξάνδρου καὶ Χαριδήμου κλήρου μοναρτάβου ἀρούρας γ ἀβρόχου· ἔτους β Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Εὐτουχοῦς Σεβαστοῦ Φαμενὼθ ζ· Αὐρηλία Ἀνουβάριον διʼ ἐμοῦ Αὐρηλίου Ἀπολλωνίου ἐπιδέδωκα·